Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.79 Dem. 43.82 (English) >>Dem. 43.84

43.81ἐγὼ δʼ, ἄνδρες δικασταί, βοηθῶ μὲν ὡς οἷός τʼ εἰμὶ μάλιστα τοῖς τετελευτηκόσιν ἐκείνοις· οὐ πάνυ δʼ ἐστὶ ῥᾴδιον ταῖς τούτων παρασκευαῖς ἀνταγωνίζεσθαι. παραδίδωμι οὖν ὑμῖν τὸν παῖδα τουτονί, ἄνδρες δικασταί, ἐπιμεληθῆναι, ὅπως ὑμῖν δοκεῖ δικαιότατον εἶναι. οὗτος εἰσπεποίηται εἰς τὸν οἶκον τὸν Εὐβουλίδου, καὶ εἰσῆκται εἰς τοὺς φράτερας, οὐκ εἰς τοὺς ἐμούς, ἀλλʼ εἰς τοὺς Εὐβουλίδου καὶ Ἁγνίου καὶ Μακαρτάτου τουτουί. 43.82καὶ ὅτε εἰσήγετο, οἱ μὲν ἄλλοι φράτερες κρύβδην ἔφερον τὴν ψῆφον, οὑτοσὶ δὲ Μακάρτατος φανερᾷ τῇ ψήφῳ ἐψηφίσατο ὀρθῶς εἰσάγεσθαι Εὐβουλίδῃ υἱὸν τὸν παῖδα τουτονί, οὐκ ἐθελήσας ἅψασθαι τοῦ ἱερείου οὐδὲ ἀπαγαγεῖν ἀπὸ τοῦ βωμοῦ ὑπεύθυνον αὑτὸν ποιήσας, ἀλλὰ καὶ τὴν μερίδα τῶν κρεῶν ᾤχετο λαβὼν παρὰ τοῦ παιδὸς τουτουί, ὥσπερ καὶ οἱ ἄλλοι φράτερες. 43.83νομίζετε δὴ τὸν παῖδα τοῦτον, ἄνδρες δικασταί, ἱκετηρίαν ὑμῖν προκεῖσθαι ὑπὲρ τῶν τετελευτηκότων Ἁγνίου καὶ Εὐβουλίδου καὶ τῶν ἄλλων τῶν ἀπὸ τοῦ Ἁγνίου, καὶ ἱκετεύειν αὐτοὺς ὑμᾶς τοὺς δικαστάς, ὅπως μὴ ἐξερημωθήσεται αὐτῶν οἶκος ὑπὸ τῶν μιαρῶν τούτων θηρίων, οἵ εἰσιν ἐκ τοῦ Στρατίου οἴκου, ἐν δὲ τῷ Ἁγνίου οὐδεπώποτʼ ἐγένοντο· μηδʼ ἐπιτρέψητε τούτοις ἔχειν τὰ μὴ προσήκοντα, ἀλλʼ ἀποδοῦναι ἀναγκάσατε εἰς τὸν Ἁγνίου οἶκον τοῖς προσήκουσιν τοῖς Ἁγνίου.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.79 Dem. 43.82 (English) >>Dem. 43.84

Powered by PhiloLogic